Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
261 ΞΕ. ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν. ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος.
261 ΘΕΑΙ. πῶς;
262 ΞΕ. τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.
262 ΘΕΑΙ. εἰπὲ ἑκάτερον.
262 ΞΕ. τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν.
262 ΘΕΑΙ. ναί.
262 ΞΕ. τὸ δέ γʼ ἐπʼ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα.
262 ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
262 ΞΕ. οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐδʼ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.
262 ΘΕΑΙ. ταῦτʼ οὐκ ἔμαθον.
262 ΞΕ. δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις· ἐπεὶ τοῦτʼ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος.
262 ΘΕΑΙ. πῶς;
262 ΞΕ. οἷον βαδίζει τρέχει καθεύδει, καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτʼ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.
262 ΘΕΑΙ. πῶς γάρ;
262 ΞΕ. οὐκοῦν καὶ πάλιν ὅταν λέγηται λέων ἔλαφος ἵππος, ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος· οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτʼ ἐκείνως πρᾶξιν οὐδʼ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ. τότε δʼ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ σμικρότατος.
262 ΘΕΑΙ. πῶς ἄρʼ ὧδε λέγεις;
262 ΞΕ. ὅταν εἴπῃ τις· ἄνθρωπος μανθάνει, λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον;
262 ΘΕΑΙ. ἔγωγε.
262 ΞΕ. δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ λέγειν τε αὐτὸν ἀλλʼ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.
262 ΘΕΑΙ. ὀρθῶς.
262 ΞΕ. οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δʼ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.
262 ΘΕΑΙ. παντάπασι μὲν οὖν.
262 ΞΕ. ἔτι δὴ σμικρὸν τόδε.
262 ΘΕΑΙ. τὸ ποῖον;
262 ΞΕ. λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον.
262 ΘΕΑΙ. οὕτως.
262 ΞΕ. οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ;
262 ΘΕΑΙ. πῶς δʼ οὔ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi