Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
221 ΘΕΑΙ. παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.
221 ΞΕ. φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτʼ ἔστιν.
221 ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
221 ΞΕ. καὶ μὴν ἐκεῖνό γʼ ἦν τὸ ζήτημα πρῶτον, πότερον ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.
221 ΘΕΑΙ. ναί.
221 ΞΕ. καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθῶς σοφιστήν;
221 ΘΕΑΙ. οὐδαμῶς ἰδιώτην· μανθάνω γὰρ ὃ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.
221 ΞΕ. ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.
221 ΘΕΑΙ. τίνα ποτʼ οὖν δὴ ταύτην;
221 ΞΕ. ἆρʼ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;
221 ΘΕΑΙ. τίνα τοῦ;
221 ΞΕ. τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.
221 ΘΕΑΙ. πῇ;
221 ΞΕ. θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.
221 ΘΕΑΙ. τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.
221 ΞΕ. δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.
221 ΘΕΑΙ. ναί.
221 ΞΕ. καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν ἐνύδρων· τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.
222 ΘΕΑΙ. πάνυ γε.
222 ΞΕ. μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστὴς καὶ ὁ ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.
222 ΘΕΑΙ. ἐοίκατον γοῦν.
222 ΞΕ. ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα θηρευσόμενος.
222 ΘΕΑΙ. τί μήν;
222 ΞΕ. ὁ δέ γε ἐπὶ τὴν γῆν καὶ ποταμοὺς ἑτέρους αὖ τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν τούτοις θρέμματα χειρωσόμενος.
222 ΘΕΑΙ. πῶς λέγεις;
222 ΞΕ. τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.
222 ΘΕΑΙ. ποῖον ἑκάτερον;
222 ΞΕ. τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.
222 ΘΕΑΙ. εἶτʼ ἔστι τις θήρα τῶν ἡμέρων;
222 ΞΕ. εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν· τούτων ὁπότερʼ ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi