Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
223 ΞΕ. ἔτι δὲ καὶ τῇδε ἴδωμεν· οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλʼ εὖ μάλα ποικίλης. καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλʼ ἕτερον εἶναί τι γένος.
223 ΘΕΑΙ. πῇ δή;
223 ΞΕ. τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.
223 ΘΕΑΙ. ἦν γὰρ οὖν.
223 ΞΕ. τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;
223 ΘΕΑΙ. εἰρήσθω.
223 ΞΕ. καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.
223 ΘΕΑΙ. πῇ;
223 ΞΕ. τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.
223 ΘΕΑΙ. πάνυ γε.
223 ΞΕ. τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγορεύεται;
223 ΘΕΑΙ. ναί.
223 ΞΕ. τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ καὶ πράσει ἐμπορική;
223 ΘΕΑΙ. τί δʼ οὔ;
223 ΞΕ. τῆς δʼ ἐμπορικῆς ἆρʼ οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλοῦν διὰ νομίσματος ἀλλάττεται;
223 ΘΕΑΙ. πῶς τοῦτο λέγεις;
223 ΞΕ. τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.
223 ΘΕΑΙ. ναί.
224 ΞΕ. μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην καὶ πιπρασκομένην, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.
224 ΘΕΑΙ. ἀληθέστατα λέγεις.
224 ΞΕ. οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;
224 ΘΕΑΙ. σφόδρα γε.
224 ΞΕ. τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρʼ οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτʼ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;
224 ΘΕΑΙ. πάνυ μὲν οὖν.
224 ΞΕ. ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.
224 ΘΕΑΙ. πῶς γὰρ οὔ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi