Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
224 ΞΕ. τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι· τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.
224 ΘΕΑΙ. καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;
224 ΞΕ. οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς, ἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.
224 ΘΕΑΙ. μάλα γε.
224 ΞΕ. τρίτον δέ γʼ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.
224 ΘΕΑΙ. τί δʼ οὐ μέλλω;
224 ΞΕ. καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.
224 ΘΕΑΙ. ἀνάγκη· τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.
224 ΞΕ. ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.
225 ΘΕΑΙ. ποίῳ δή;
225 ΞΕ. τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.
225 ΘΕΑΙ. ἦν γὰρ οὖν.
225 ΞΕ. οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.
225 ΘΕΑΙ. καθʼ ὁποῖα λέγε.
225 ΞΕ. τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.
225 ΘΕΑΙ. ἔστιν.
225 ΞΕ. τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.
225 ΘΕΑΙ. ναί.
225 ΞΕ. τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο εἴπῃ πλὴν ἀμφισβητητικόν;
225 ΘΕΑΙ. οὐδέν.
225 ΞΕ. τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.
225 ΘΕΑΙ. πῇ;
225 ΞΕ. καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ τὰ δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.
225 ΘΕΑΙ. ναί.
225 ΞΕ. τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;
225 ΘΕΑΙ. οὐδέν.
225 ΞΕ. τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi