Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato
259 ΞΕ. τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;
259 ΝΕ. ΣΩ. οὐδέν.
259 ΞΕ. οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα.
259 ΝΕ. ΣΩ. τί γάρ;
259 ΞΕ. ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην.
259 ΝΕ. ΣΩ. δῆλον.
259 ΞΕ. τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;
259 ΝΕ. ΣΩ. τί μήν;
259 ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;
259 ΝΕ. ΣΩ. δῆλον.
259 ΞΕ. οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;
259 ΝΕ. ΣΩ. πάνυ γε.
259 ΞΕ. πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.
259 ΝΕ. ΣΩ. φράζε ποίαν.
259 ΞΕ. τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη.
259 ΝΕ. ΣΩ. ναί.
259 ΞΕ. τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.
259 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
259 ΞΕ. γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;
259 ΝΕ. ΣΩ. τί μήν;
259 ΞΕ. καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων.
259 ΝΕ. ΣΩ. ναί.
259 ΞΕ. παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν.
259 ΝΕ. ΣΩ. οὕτως.
260 ΞΕ. δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης.
260 ΝΕ. ΣΩ. πάνυ γε.
260 ΞΕ. τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος ἔχειν μηδʼ ἀπηλλάχθαι, καθάπερ ὁ λογιστὴς ἀπήλλακτο, προστάττειν δὲ ἑκάστοις τῶν ἐργατῶν τό γε πρόσφορον ἕως ἂν ἀπεργάσωνται τὸ προσταχθέν.
260 ΝΕ. ΣΩ. ὀρθῶς.
260 ΞΕ. οὐκοῦν γνωστικαὶ μὲν αἵ τε τοιαῦται σύμπασαι καὶ ὁπόσαι συνέπονται τῇ λογιστικῇ, κρίσει δὲ καὶ ἐπιτάξει διαφέρετον ἀλλήλοιν τούτω τὼ γένη;
260 ΝΕ. ΣΩ. φαίνεσθον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi