Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato
291 ΞΕ. τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ ταύτης τῆς τέχνης ἐμπειρότατον· ὃν ἀπὸ τῶν ὄντως ὄντων πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.
291 ΝΕ. ΣΩ. ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.
291 ΞΕ. οὔκουν δὴ κατά γε τὴν ἐμήν. καί μοι φράζε τόδε.
291 ΝΕ. ΣΩ. τὸ ποῖον;
291 ΞΕ. ἆρʼ οὐ μοναρχία τῶν πολιτικῶν ἡμῖν ἀρχῶν ἐστι μία;
291 ΝΕ. ΣΩ. ναί.
291 ΞΕ. καὶ μετὰ μοναρχίαν εἴποι τις ἂν οἶμαι τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν.
291 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
291 ΞΕ. τρίτον δὲ σχῆμα πολιτείας οὐχ ἡ τοῦ πλήθους ἀρχή, δημοκρατία τοὔνομα κληθεῖσα;
291 ΝΕ. ΣΩ. καὶ πάνυ γε.
291 ΞΕ. τρεῖς δʼ οὖσαι μῶν οὐ πέντε τρόπον τινὰ γίγνονται, δύʼ ἐξ ἑαυτῶν ἄλλα πρὸς αὑταῖς ὀνόματα τίκτουσαι;
291 ΝΕ. ΣΩ. ποῖα δή;
291 ΞΕ. πρὸς τὸ βίαιόν που καὶ ἑκούσιον ἀποσκοποῦντες νῦν καὶ πενίαν καὶ πλοῦτον καὶ νόμον καὶ ἀνομίαν ἐν αὐταῖς γιγνόμενα διπλῆν ἑκατέραν τοῖν δυοῖν διαιροῦντες μοναρχίαν μὲν προσαγορεύουσιν ὡς δύο παρεχομένην εἴδη δυοῖν ὀνόμασι, τυραννίδι, τὸ δὲ βασιλικῇ.
291 ΝΕ. ΣΩ. τί μήν;
291 ΞΕ. τὴν δὲ ὑπʼ ὀλίγων γε ἑκάστοτε κρατηθεῖσαν πόλιν ἀριστοκρατίᾳ καὶ ὀλιγαρχίᾳ.
291 ΝΕ. ΣΩ. καὶ πάνυ γε.
292 ΞΕ. δημοκρατίας γε μήν, ἐάντʼ οὖν βιαίως ἐάντε ἑκουσίως τῶν τὰς οὐσίας ἐχόντων τὸ πλῆθος ἄρχῃ, καὶ ἐάντε τοὺς νόμους ἀκριβῶς φυλάττον ἐάντε μή, πάντως τοὔνομα οὐδεὶς αὐτῆς εἴωθε μεταλλάττειν.
292 ΝΕ. ΣΩ. ἀληθῆ.
292 ΞΕ. τί οὖν; οἰόμεθά τινα τούτων τῶν πολιτειῶν ὀρθὴν εἶναι τούτοις τοῖς ὅροις ὁρισθεῖσαν, ἑνὶ καὶ ὀλίγοις καὶ πολλοῖς, καὶ πλούτῳ καὶ πενίᾳ, καὶ τῷ βιαίῳ καὶ ἑκουσίῳ, καὶ μετὰ γραμμάτων καὶ ἄνευ νόμων συμβαίνουσαν γίγνεσθαι;
292 ΝΕ. ΣΩ. τί γὰρ δὴ καὶ κωλύει;
292 ΞΕ. σκόπει δὴ σαφέστερον τῇδε ἑπόμενος.
292 ΝΕ. ΣΩ. πῇ;
292 ΞΕ. τῷ ῥηθέντι κατὰ πρώτας πότερον ἐμμενοῦμεν ἢ διαφωνήσομεν;
292 ΝΕ. ΣΩ. τῷ δὴ ποίῳ λέγεις;
292 ΞΕ. τὴν βασιλικὴν ἀρχὴν τῶν ἐπιστημῶν εἶναί τινα ἔφαμεν, οἶμαι.
292 ΝΕ. ΣΩ. ναί.
292 ΞΕ. καὶ τούτων γε οὐχ ἁπασῶν, ἀλλὰ κριτικὴν δήπου τινὰ καὶ ἐπιστατικὴν ἐκ τῶν ἄλλων προειλόμεθα.
292 ΝΕ. ΣΩ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi