Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato
294 ΞΕ. μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες. ἔμελλον γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δʼ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.
294 ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
294 ΞΕ. τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθʼ ὅπῃ;
294 ΝΕ. ΣΩ. πῇ δὴ λέγεις;
294 ΞΕ. ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδʼ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που;
294 ΝΕ. ΣΩ. τί μήν;
294 ΞΕ. τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπʼ αὐτὸ τοῦτο συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδʼ ἐπερωτᾶν μηδένα, μηδʼ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν.
294 ΝΕ. ΣΩ. ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.
294 ΞΕ. οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;
294 ΝΕ. ΣΩ. κινδυνεύει.
294 ΞΕ. διὰ τί δή ποτʼ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν.
294 ΝΕ. ΣΩ. τί μήν;
294 ΞΕ. οὐκοῦν καὶ παρʼ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;
294 ΝΕ. ΣΩ. καὶ πάνυ γε πολλαί.
294 ΞΕ. φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.
294 ΝΕ. ΣΩ. τὸ ποῖον;
294 ΞΕ. ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθʼ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.
294 ΝΕ. ΣΩ. καλῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi