Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato
297 ΞΕ. τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις. καὶ τοῦτʼ ἔστιν ὀρθότατα καὶ κάλλιστʼ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν· ᾧ δὲ τρόπῳ γεγονός ἐστι τοῦτο ὃ δὴ δεύτερον ἐφήσαμεν, διαπερανώμεθα. ἦ γάρ;
297 ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
297 ΞΕ. εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγκαῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας.
297 ΝΕ. ΣΩ. ποίας;
297 ΞΕ. τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν ἀντάξιον ἰατρόν. κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις αὐτοῖς πλασάμενοι.
297 ΝΕ. ΣΩ. ποῖόν τι;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi