Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato
303 ΞΕ. Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί· μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, ἃ μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ.
303 ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
304 ΞΕ. κατὰ τὸν αὐτὸν τοίνυν λόγον ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ τὰ τίμια καὶ συγγενῆ. τούτων δʼ ἐστί που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συνδιακυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις· ἃ δὴ τίνι τρόπῳ ῥᾷστά τις ἀπομερίζων δείξει γυμνὸν καὶ μόνον ἐκεῖνον καθʼ αὑτὸν τὸν ζητούμενον ὑφʼ ἡμῶν;
304 ΝΕ. ΣΩ. δῆλον ὅτι τοῦτό πῃ δρᾶν πειρατέον.
304 ΞΕ. πείρας μὲν τοίνυν ἕνεκα φανερὸς ἔσται· διὰ δὲ μουσικῆς αὐτὸν ἐγχειρητέον δηλῶσαι. καί μοι λέγε.
304 ΝΕ. ΣΩ. τὸ ποῖον;
304 ΞΕ. μουσικῆς ἔστι πού τις ἡμῖν μάθησις, καὶ ὅλως τῶν περὶ χειροτεχνίας ἐπιστημῶν;
304 ΝΕ. ΣΩ. ἔστιν.
304 ΞΕ. τί δέ; τὸ δʼ αὖ τούτων ἡντινοῦν εἴτε δεῖ μανθάνειν ἡμᾶς εἴτε μή, πότερα φήσομεν ἐπιστήμην αὖ καὶ ταύτην εἶναί τινα περὶ αὐτὰ ταῦτα, ἢ πῶς;
304 ΝΕ. ΣΩ. οὕτως, εἶναι φήσομεν.
304 ΞΕ. οὐκοῦν ἑτέραν ὁμολογήσομεν ἐκείνων εἶναι ταύτην;
304 ΝΕ. ΣΩ. ναί.
304 ΞΕ. πότερα δὲ αὐτῶν οὐδεμίαν ἄρχειν δεῖν ἄλλην ἄλλης, ἢ ἐκείνας ταύτης, ἢ ταύτην δεῖν ἐπιτροπεύουσαν ἄρχειν συμπασῶν τῶν ἄλλων;
304 ΝΕ. ΣΩ. ταύτην ἐκείνων.
304 ΞΕ. τὴν εἰ δεῖ μανθάνειν ἢ μὴ τῆς μανθανομένης καὶ διδασκούσης ἄρα σύ γε ἀποφαίνῃ δεῖν ἡμῖν ἄρχειν;
304 ΝΕ. ΣΩ. σφόδρα γε.
304 ΞΕ. καὶ τὴν εἰ δεῖ πείθειν ἄρα ἢ μὴ τῆς δυναμένης πείθειν;
304 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
304 ΞΕ. εἶεν· τίνι τὸ πειστικὸν οὖν ἀποδώσομεν ἐπιστήμῃ πλήθους τε καὶ ὄχλου διὰ μυθολογίας ἀλλὰ μὴ διὰ διδαχῆς;
304 ΝΕ. ΣΩ. φανερὸν οἶμαι καὶ τοῦτο ῥητορικῇ δοτέον ὄν.
304 ΞΕ. τὸ δʼ εἴτε διὰ πειθοῦς εἴτε καὶ διά τινος βίας δεῖ πράττειν πρός τινας ὁτιοῦν ἢ καὶ τὸ παράπαν ἡσυχίαν ἔχειν, τοῦτʼ αὖ ποίᾳ προσθήσομεν ἐπιστήμῃ;
304 ΝΕ. ΣΩ. τῇ τῆς πειστικῆς ἀρχούσῃ καὶ λεκτικῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi