Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato
34 ΣΩ. τοῦτο δέ γʼ ἐστὶ κενοῦται;
34 ΠΡΩ. τί μήν;
34 ΣΩ. ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;
34 ΠΡΩ. ναί, πώματός γε.
35 ΣΩ. πώματος, ἢ πληρώσεως πώματος;
35 ΠΡΩ. οἶμαι μὲν πληρώσεως.
35 ΣΩ. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.
35 ΠΡΩ. σαφέστατά γε.
35 ΣΩ. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;
35 ΠΡΩ. καὶ πῶς;
35 ΣΩ. ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.
35 ΠΡΩ. πῶς γὰρ οὔ;
35 ΣΩ. οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.
35 ΠΡΩ. ναί.
35 ΣΩ. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.
35 ΠΡΩ. ἀναγκαῖον.
35 ΣΩ. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.
35 ΠΡΩ. ναί.
35 ΣΩ. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο;
35 ΠΡΩ. σχεδὸν οὐδενί.
35 ΣΩ. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;
35 ΠΡΩ. τὸ ποῖον;
35 ΣΩ. σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.
35 ΠΡΩ. πῶς;
35 ΣΩ. ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.
35 ΠΡΩ. καὶ μάλα.
35 ΣΩ. ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.
35 ΠΡΩ. πάνυ γε.
35 ΣΩ. τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.
35 ΠΡΩ. ὀρθότατα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi