Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato
48 ΠΡΩ. σφόδρα γε.
48 ΣΩ. κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν.
48 ΠΡΩ. τί μήν;
48 ΣΩ. ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει.
48 ΠΡΩ. λέγε μόνον.
48 ΣΩ. ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη· τῆς δʼ αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων.
48 ΠΡΩ. τὸ γνῶθι σαυτὸν λέγεις, ὦ Σώκρατες;
48 ΣΩ. ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.
48 ΠΡΩ. τί μήν;
48 ΣΩ. ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.
48 ΠΡΩ. πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ.
48 ΣΩ. λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;
48 ΠΡΩ. λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.
48 ΣΩ. ἆρʼ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;
48 ΠΡΩ. πῶς;
48 ΣΩ. πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν.
48 ΠΡΩ. πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες.
48 ΣΩ. πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.
48 ΠΡΩ. πάνυ γε.
48 ΣΩ. πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.
48 ΠΡΩ. σφόδρα μὲν οὖν.
49 ΣΩ. τῶν ἀρετῶν δʼ ἆρʼ οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;
49 ΠΡΩ. πῶς δʼ οὔ;
49 ΣΩ. κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.
49 ΠΡΩ. σφόδρα γε.
49 ΣΩ. τοῦτο τοίνυν ἔτι διαιρετέον, ὦ Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν. πῶς οὖν τέμνομεν δίχα, λέγεις; πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον.
49 ΠΡΩ. ἀνάγκη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi