Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
116 ΑΛ. ναί.
116 ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;
116 ΑΛ. πῶς γὰρ οὔ;
116 ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;
116 ΑΛ. μάλιστα.
116 ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;
116 ΑΛ. ναί.
116 ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν;
116 ΑΛ. πῶς δʼ οὔ;
116 ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία;
116 ΑΛ. ναί.
116 ΣΩ. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν.
116 ΑΛ. φαίνεται.
116 ΣΩ. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου.
116 ΑΛ. ἀνάγκη.
116 ΣΩ. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ;
116 ΑΛ. συμφέρει.
116 ΣΩ. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν;
116 ΑΛ. οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν.
116 ΣΩ. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;
116 ΑΛ. ναί.
116 ΣΩ. τὰ δὲ ἀγαθὰ συμφέρειν;
116 ΑΛ. ναί.
116 ΣΩ. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν.
116 ΑΛ. ἔοικεν.
116 ΣΩ. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν;
116 ΑΛ. φαίνομαι, ὡς ἔοικα.
116 ΣΩ. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα;
116 ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα.
116 ΣΩ. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi