Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
117 ΑΛ. ναί.
117 ΣΩ. ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι;
117 ΑΛ. πῶς δʼ οὔ;
117 ΣΩ. οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέπειν;
117 ΑΛ. ναί.
117 ΣΩ. τίνες οὖν οἱ ἁμαρτάνοντες; οὐ γάρ που οἵ γε εἰδότες.
117 ΑΛ. οὐ δῆτα.
118 ΣΩ. ἐπειδὴ δʼ οὔθʼ οἱ εἰδότες οὔθʼ οἱ τῶν μὴ εἰδότων εἰδότες ὅτι οὐκ ἴσασιν, ἦ ἄλλοι λείπονται ἢ οἱ μὴ εἰδότες, οἰόμενοι δʼ εἰδέναι;
118 ΑΛ. οὔκ, ἀλλʼ οὗτοι.
118 ΣΩ. αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονείδιστος ἀμαθία;
118 ΑΛ. ναί.
118 ΣΩ. οὐκοῦν ὅταν ᾖ περὶ τὰ μέγιστα, τότε κακουργοτάτη καὶ αἰσχίστη;
118 ΑΛ. πολύ γε.
118 ΣΩ. τί οὖν; ἔχεις μείζω εἰπεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ συμφερόντων;
118 ΑΛ. οὐ δῆτα.
118 ΣΩ. οὐκοῦν περὶ ταῦτα σὺ φῂς πλανᾶσθαι;
118 ΑΛ. ναί.
118 ΣΩ. εἰ δὲ πλανᾷ, ἆρʼ οὐ δῆλον ἐκ τῶν ἔμπροσθεν ὅτι οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα, ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ εἰδέναι;
118 ΑΛ. κινδυνεύω.
118 ΣΩ. βαβαῖ ἄρα, ὦ Ἀλκιβιάδη, οἷον πάθος πέπονθας· ὃ ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ, ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον. ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ· διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.
118 ΑΛ. λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.
118 ΣΩ. τί οὖν; ἤδη τινʼ εἶδες σοφὸν ὁτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τʼ ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὅντινʼ ἐβούλετο· ἦ γάρ;
118 ΑΛ. ναί.
118 ΣΩ. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;
118 ΑΛ. ναί.
118 ΣΩ. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως;
118 ΑΛ. πάνυ γε.
118 ΣΩ. καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τʼ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.
118 ΑΛ. ἔμοιγε δοκεῖ.
118 ΣΩ. τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων ἀρξάμενος;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi