Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
118 ΑΛ. τί δʼ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες;
118 ΣΩ. ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.
118 ΑΛ. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;
118 ΣΩ. ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διʼ ὅτι σε οὕτως ἔχοντα περιορᾷ;
118 ΑΛ. ἐγὼ οἶμαι αἴτιος οὐ προσέχων τὸν νοῦν.
119 ΣΩ. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων ἢ τῶν ξένων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονέναι, ὥσπερ ἐγὼ ἔχω σοι εἰπεῖν διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου, ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν.
119 ΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω.
119 ΣΩ. εἶεν· τί οὖν διανοῇ περὶ σαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι;
119 ΑΛ. κοινὴ βουλή, ὦ Σώκρατες. καίτοι ἐννοῶ σου εἰπόντος καὶ συγχωρῶ· δοκοῦσι γάρ μοι οἱ τὰ τῆς πόλεως πράττοντες ἐκτὸς ὀλίγων ἀπαίδευτοι εἶναι.
119 ΣΩ. εἶτα τί δὴ τοῦτο;
119 ΑΛ. εἰ μέν που ἦσαν πεπαιδευμένοι, ἔδει ἂν τὸν ἐπιχειροῦντα αὐτοῖς ἀνταγωνίζεσθαι μαθόντα καὶ ἀσκήσαντα ἰέναι ὡς ἐπʼ ἀθλητάς· νῦν δʼ ἐπειδὴ καὶ οὗτοι ἰδιωτικῶς ἔχοντες ἐληλύθασιν ἐπὶ τὰ τῆς πόλεως, τί δεῖ ἀσκεῖν καὶ μανθάνοντα πράγματα ἔχειν; ἐγὼ γὰρ εὖ οἶδʼ ὅτι τούτων τῇ γε φύσει πάνυ πολὺ περιέσομαι.
119 ΣΩ. βαβαῖ, οἷον, ὦ ἄριστε, τοῦτʼ εἴρηκας· ὡς ἀνάξιον τῆς ἰδέας καὶ τῶν ἄλλων τῶν σοι ὑπαρχόντων.
119 ΑΛ. τί μάλιστα καὶ πρὸς τί τοῦτο λέγεις, ὦ Σώκρατες;
119 ΣΩ. ἀγανακτῶ ὑπέρ τε σοῦ καὶ τοῦ ἐμαυτοῦ ἔρωτος.
119 ΑΛ. τί δή;
119 ΣΩ. εἰ ἠξίωσας τὸν ἀγῶνά σοι εἶναι πρὸς τοὺς ἐνθάδε ἀνθρώπους.
119 ΑΛ. ἀλλὰ πρὸς τίνας μήν;
119 ΣΩ. ἄξιον τοῦτό γε καὶ ἐρέσθαι ἄνδρα οἰόμενον μεγαλόφρονα εἶναι.
119 ΑΛ. πῶς λέγεις; οὐ πρὸς τούτους μοι ὁ ἀγών;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi