Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
127 ΑΛ. ἔγωγε.
127 ΣΩ. ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον.
127 ΑΛ. πῶς δʼ οὔ;
127 ΣΩ. οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.
127 ΑΛ. οὔ.
127 ΣΩ. οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.
127 ΑΛ. οὐ φαίνεται.
127 ΣΩ. ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.
127 ΑΛ. οὐκ ἔοικεν.
127 ΣΩ. οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν.
127 ΑΛ. οὔ.
127 ΣΩ. οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;
127 ΑΛ. οἶμαι ἔγωγε, ὦ Σώκρατες.
127 ΣΩ. πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις, ἄλλως δʼ οὔ;
127 ΑΛ. ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν.
127 ΣΩ. οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται; ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι περὶ τούτων ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ;
127 ΑΛ. ἀδύνατον.
127 ΣΩ. δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;
127 ΑΛ. δίκαια· πῶς γὰρ οὔ;
127 ΣΩ. τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους;
127 ΑΛ. ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες.
127 ΣΩ. τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου.
127 ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.
127 ΣΩ. ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι.
127 ΑΛ. τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες;
127 ΣΩ. ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη· καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον σχήσομεν.
127 ΑΛ. ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi