Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
129 ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων;
129 ΑΛ. ναί.
129 ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
129 ΑΛ. τί μήν;
129 ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.
129 ΑΛ. πάνυ γε.
129 ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;
129 ΑΛ. πῶς λέγεις;
129 ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.
129 ΑΛ. ναί.
129 ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;
129 ΑΛ. πῶς γὰρ οὔ;
129 ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;
129 ΑΛ. ναί.
129 ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
129 ΑΛ. δοκεῖ.
129 ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;
129 ΑΛ. καὶ χερσίν.
129 ΣΩ. χρῆται ἄρα καὶ ταύταις;
129 ΑΛ. ναί.
129 ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;
129 ΑΛ. ναί.
129 ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;
129 ΑΛ. ναί.
129 ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ ὀφθαλμῶν οἷς ἐργάζονται;
129 ΑΛ. φαίνεται.
129 ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος;
129 ΑΛ. πάνυ γε.
129 ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται;
129 ΑΛ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi