Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
129 ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ;
129 ΑΛ. ἔοικεν.
129 ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος;
129 ΑΛ. οὐκ ἔχω λέγειν.
129 ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον.
129 ΑΛ. ναί.
130 ΣΩ. ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;
130 ΑΛ. οὐκ ἄλλο.
130 ΣΩ. οὐκοῦν ἄρχουσα;
130 ΑΛ. ναί.
130 ΣΩ. καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.
130 ΑΛ. τὸ ποῖον;
130 ΣΩ. μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.
130 ΑΛ. τίνων;
130 ΣΩ. ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.
130 ΑΛ. τί μήν;
130 ΣΩ. ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;
130 ΑΛ. ὡμολογήσαμεν.
130 ΣΩ. ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;
130 ΑΛ. οὐδαμῶς.
130 ΣΩ. ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.
130 ΑΛ. ναί.
130 ΣΩ. οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.
130 ΑΛ. οὐκ ἔοικεν.
130 ΣΩ. ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος;
130 ΑΛ. ἴσως δῆτα.
130 ΣΩ. πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν.
130 ΑΛ. ὀρθῶς.
130 ΣΩ. ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν.
130 ΑΛ. κομιδῇ μὲν οὖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi