Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ Plato
139 ΣΩ. οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι μανίαν φρονήσει;
139 ΑΛ. ἔγωγε.
139 ΣΩ. οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;
139 ΑΛ. ὡμολόγησα γάρ.
139 ΣΩ. καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;
139 ΑΛ. οὐδαμῶς.
139 ΣΩ. ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.
139 ΑΛ. φαίνεται.
139 ΣΩ. πάντας οὖν ἂν φάντες, ὦ Ἀλκιβιάδη, τοὺς ἄφρονας μαίνεσθαι ὀρθῶς ἂν φαίημεν· αὐτίκα τῶν σῶν ἡλικιωτῶν εἴ τινες τυγχάνουσιν ἄφρονες ὄντες, ὥσπερ εἰσί, καὶ τῶν ἔτι πρεσβυτέρων. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τῶν ἐν τῇ πόλει ὀλίγους μὲν εἶναι τοὺς φρονίμους, ἄφρονας δὲ δὴ τοὺς πολλούς, οὓς δὴ σὺ μαινομένους καλεῖς;
139 ΑΛ. ἔγωγε.
139 ΣΩ. οἴει ἂν οὖν χαίροντας ἡμᾶς εἶναι μετὰ τοσούτων μαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλλομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι, πάλαι δὴ δίκην δεδωκέναι; ἀλλὰ ὅρα, ὦ μακάριε, μὴ οὐχ οὕτως ταῦτʼ ἔχει.
139 ΑΛ. πῶς ἂν οὖν ποτʼ ἔχοι, ὦ Σώκρατες; κινδυνεύει γὰρ οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.
139 ΣΩ. οὐδʼ ἐμοὶ δοκεῖ. ἀλλὰ τῇδέ πῃ ἀθρητέον.
139 ΑΛ. πῇ ποτε λέγεις;
139 ΣΩ. ἐγὼ δή σοί γε ἐρῶ. ὑπολαμβάνομέν γέ τινας εἶναι νοσοῦντας· ἢ οὔ;
139 ΑΛ. πάνυ μὲν οὖν.
139 ΣΩ. ἆρʼ οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα ποδαγρᾶν ἢ πυρέττειν ἢ ὀφθαλμιᾶν, ἢ οὐκ ἂν δοκεῖ σοι καὶ μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν; πολλαὶ γὰρ δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.
139 ΑΛ. ἔμοιγε δοκοῦσιν.
139 ΣΩ. ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;
139 ΑΛ. ναί.
139 ΣΩ. ἆρʼ οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;
139 ΑΛ. οὐ δῆτα ἔμοιγε· ἀπορῶ μέντοι γε πῶς λέγω.
140 ΣΩ. ἀλλʼ ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύν τε δύο σκεπτομένω τυχὸν εὑρήσομεν.
140 ΑΛ. ἀλλὰ προσέχω, ὦ Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν.
140 ΣΩ. οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία;
140 ΑΛ. ὡμολογήθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi