227
ΣΩ. ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν;
227
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
227
ΣΩ. ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς.
227
ΕΤ. ναί.
227
ΣΩ. ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν;
227
ΕΤ. ἔμοιγε φαίνεται.
227
ΣΩ. τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν;
227
ΕΤ. ναί.
227
ΣΩ. πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι;
227
ΕΤ. εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν φιλοκερδῆ. ὀρθῶς δʼ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπʼ αὐτῶν, ἀφʼ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν.
227
ΣΩ. ἀλλʼ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι.
227
ΕΤ. τί οὖν δὴ τοῦτο;
227
ΣΩ. ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί.
227
ΕΤ. ναί.
227
ΣΩ. οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.
227
ΕΤ. οὐκ ἀφʼ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν.
227
ΣΩ. βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι;
227
ΕΤ. οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω.
227
ΣΩ. ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι;
227
ΕΤ. ὑπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ.
227
ΣΩ. ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι;
227
ΕΤ. οὐκ ἔμοιγε.
228
ΣΩ. οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι;
228
ΕΤ. φημί.
228
ΣΩ. ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι;
228
ΕΤ. ὡμολογήσαμεν γάρ.
228
ΣΩ. ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν.
228
ΕΤ. οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω στρέφεις.
228
ΣΩ. εὐφήμει· οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ.
228
ΕΤ. τίνι τούτῳ; καὶ τί μάλιστα;