Thesauros Edebiyat Felsefe Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato
231 ΣΩ. καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν· καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν; εἰ δʼ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;
231 ΕΤ. ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.
231 ΣΩ. ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλʼ εὐωχηθείς, νόσον κτήσηται;
231 ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
231 ΣΩ. Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν;
231 ΕΤ. κέρδος.
231 ΣΩ. οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.
231 ΕΤ. οὐ μέντοι.
231 ΣΩ. πότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδʼ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;
231 ΕΤ. φαίνεται, ἐάν γε ἀγαθόν.
231 ΣΩ. ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;
231 ΕΤ. ἔμοιγε δοκεῖ.
231 ΣΩ. ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.
231 ΕΤ. ἀπορῶ ἔγωγε ὅτι εἴπω.
231 ΣΩ. οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι;
231 ΕΤ. οὔτι κακόν γε λέγω, ἀλλʼ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.
231 ΣΩ. καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν;
231 ΕΤ. ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.
231 ΣΩ. καὶ μὴν πλέον γʼ εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος;
231 ΕΤ. οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου.
231 ΣΩ. δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν. νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.
231 ΕΤ. σφόδρα· ἔχει γὰρ οὕτως.
231 ΣΩ. τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές.
231 ΕΤ. ναί.
231 ΣΩ. τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι;
231 ΕΤ. ναί, κεκτῆσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi