122
ΣΩ. ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.
122
ΔΗ. ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.
122
ΣΩ. καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.
122
ΔΗ. κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.
122
ΣΩ. εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν προσαγορεύωμεν;
122
ΔΗ. Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες.
122
ΣΩ. καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;
122
ΘΕ. ναί.
122
ΣΩ. σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;
122
ΘΕ. τοὺς ἐπιστήμονας ἔγωγε.
122
ΣΩ. τί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;
122
ΘΕ. ἐμέ γε.
123
ΣΩ. ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;
123
ΘΕ. ἔγωγε.
123
ΣΩ. τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.