124
ΘΕ. οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;
124
ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;
124
ΘΕ. φαίνεται.
124
ΣΩ. οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;
124
ΘΕ. ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.
125
ΣΩ. ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;
125
ΔΗ. ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.
125
ΣΩ. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.
125
ΔΗ. πυνθάνου δή.
125
ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·Soph. Fr. 14.1εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; ὥσπερ ἂν εἰ εἰπόντα—σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,ἠρόμεθα τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;
125
ΘΕ. οὔκ, ἀλλὰ τοῦτο.
125
ΣΩ. τί δὲ εἰ εἶπε—σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,εἰ ἠρόμεθα· τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;
125
ΘΕ. ναί.
125
ΣΩ. τί δʼ εἰ—σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳεἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη;
125
ΘΕ. ναί.
125
ΣΩ. ἐπειδὴ δὲ εἶπε—σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,Soph. Frag. 14.1ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη; τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;
125
ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.
125
ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω;
125
ΘΕ. εἰ σὺ βούλει.
125
ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;
125
ΘΕ. ἔγωγε.