190
ΣΩ. ἆρʼ οὖν ἡμῖν τοῦτό γʼ ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτʼ ἔστιν ἀρετή; εἰ γάρ που μηδʼ ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίνʼ ἂν τρόπον τούτου σύμβουλοι γενοίμεθʼ ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο;
190
ΛΑ. οὐδένα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
190
ΣΩ. φαμὲν ἄρα, ὦ Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν.
190
ΛΑ. φαμὲν μέντοι.
190
ΣΩ. οὐκοῦν ὅ γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν.
190
ΛΑ. πῶς γὰρ οὔ;
190
ΣΩ. μὴ τοίνυν, ὦ ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως σκοπώμεθα—πλέον γὰρ ἴσως ἔργον—ἀλλὰ μέρους τινὸς πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι· καὶ ἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων ἡ σκέψις ἔσται.
190
ΛΑ. ἀλλʼ οὕτω ποιῶμεν, ὦ Σώκρατες, ὡς σὺ βούλει.
190
ΣΩ. τί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν; ἢ δῆλον δὴ ὅτι τοῦτο εἰς ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖς ὅπλοις μάθησις; δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν. ἦ γάρ;
190
ΛΑ. καὶ μάλα δὴ οὕτω δοκεῖ.
190
ΣΩ. τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχης, εἰπεῖν, ἀνδρεία τί ποτʼ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα καὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθʼ ὅσον οἷόν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι. ἀλλὰ πειρῶ εἰπεῖν ὃ λέγω, τί ἐστιν ἀνδρεία.
190
ΛΑ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν· εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολεμίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη.
190
ΣΩ. εὖ μὲν λέγεις, ὦ Λάχης· ἀλλʼ ἴσως ἐγὼ αἴτιος, οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο ὃ διανοούμενος ἠρόμην, ἀλλʼ ἕτερον.
190
ΛΑ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
191
ΣΩ. ἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι. ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.
191
ΛΑ. ἐγὼ γοῦν φημι.
191
ΣΩ. καὶ γὰρ ἐγώ. ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;
191
ΛΑ. πῶς φεύγων;
191
ΣΩ. ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθαHom. Il. 8.107-108 ἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι· καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτʼ ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι μήστωρα φόβοιο.Hom. Il. 8.107-108