Thesauros Edebiyat Felsefe Λάχης

Λάχης

Λάχης Plato
184 ΜΕ. ἐκείνῳ εἰκός γε, ὦ Σώκρατες.
184 ΣΩ. αὐτῷ ἄρʼ ἂν μᾶλλον πείθοιο ἢ τέτταρσιν οὖσιν ἡμῖν;
184 ΜΕ. ἴσως.
184 ΣΩ. ἐπιστήμῃ γὰρ οἶμαι δεῖ κρίνεσθαι ἀλλʼ οὐ πλήθει τὸ μέλλον καλῶς κριθήσεσθαι.
184 ΜΕ. πῶς γὰρ οὔ;
185 ΣΩ. οὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι, εἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα ἢ οὔ· καὶ εἰ μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δʼ ἄλλους ἐᾶν, εἰ δὲ μή, ἄλλον τινὰ ζητεῖν. ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλʼ οὐ περὶ τούτου τοῦ κτήματος ὃ τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει; ὑέων γάρ που ἢ χρηστῶν ἢ τἀναντία γενομένων καὶ πᾶς ὁ οἶκος ὁ τοῦ πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται.
185 ΜΕ. ἀληθῆ λέγεις.
185 ΣΩ. πολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν.
185 ΜΕ. πάνυ γε.
185 ΣΩ. πῶς οὖν, ὃ ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος; ἆρʼ οὐχ ὁ μαθὼν καὶ ἐπιτηδεύσας, ᾧ καὶ διδάσκαλοι ἀγαθοὶ γεγονότες ἦσαν αὐτοῦ τούτου;
185 ΜΕ. ἔμοιγε δοκεῖ.
185 ΣΩ. οὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου οὗ ζητοῦμεν τοὺς διδασκάλους;
185 ΜΕ. πῶς λέγεις;
185 ΣΩ. ὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται. οὔ μοι δοκεῖ ἐξ ἀρχῆς ἡμῖν ὡμολογῆσθαι τί ποτʼ ἔστιν περὶ οὗ βουλευόμεθα καὶ σκεπτόμεθα, ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου ἕνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή.
185 ΝΙ. οὐ γάρ, ὦ Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχεσθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν εἴτε μή;
185 ΣΩ. πάνυ μὲν οὖν, ὦ Νικία. ἀλλʼ ὅταν περὶ φαρμάκου τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν;
185 ΝΙ. περὶ τῶν ὀφθαλμῶν.
185 ΣΩ. οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον ἢ μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου βουλεύεται ἀλλʼ οὐ περὶ τοῦ χαλινοῦ;
185 ΝΙ. ἀληθῆ.
185 ΣΩ. οὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ, περὶ ἐκείνου ἡ βουλὴ τυγχάνει οὖσα οὗ ἕνεκα ἐσκόπει, ἀλλʼ οὐ περὶ τοῦ ὃ ἕνεκα ἄλλου ἐζήτει.
185 ΝΙ. ἀνάγκη.
185 ΣΩ. δεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκοποῦμεν.
185 ΝΙ. πάνυ γε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi