Thesauros Edebiyat Felsefe Εὐθύδημος

Εὐθύδημος

Εὐθύδημος Plato
304 ΣΩ. τοῦτο μὲν οὖν τοῦ πράγματος σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δʼ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλʼ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν. ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον· εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον. τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλʼ ἢ ὑμῖν τε καὶ αὑτοῖς· τὸ γὰρ σπάνιον, ὦ Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος. ἀλλʼ ἄγετε, ἦν δʼ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον. ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντʼ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθʼ ἡλικίαν ἐξείργειν οὐδεμίαν—ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν—μὴ οὐ παραλαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi