Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato
82 ΣΩ. οἶδεν οὖν;
82 ΜΕΝ. οὐ δῆτα.
82 ΣΩ. οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;
82 ΜΕΝ. ναί.
83 ΣΩ. θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.
83 ΠΑΙ. ἔμοιγε.
83 ΣΩ. οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;
83 ΠΑΙ. πάνυ γε.
83 ΣΩ. ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται γένωνται;
83 ΠΑΙ. ναί.
83 ΣΩ. ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;
83 ΠΑΙ. πάνυ γε.
83 ΣΩ. οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;
83 ΠΑΙ. ναί.
83 ΣΩ. πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;
83 ΠΑΙ. πῶς δʼ οὔ;
83 ΣΩ. διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;
83 ΠΑΙ. οὐ μὰ Δία.
83 ΣΩ. ἀλλὰ ποσαπλάσιον;
83 ΠΑΙ. τετραπλάσιον.
83 ΣΩ. ἀπὸ τῆς διπλασίας ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.
83 ΠΑΙ. ἀληθῆ λέγεις.
83 ΣΩ. τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;
83 ΠΑΙ. ναί.
83 ΣΩ. ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;
83 ΠΑΙ. φημί.
83 ΣΩ. τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;
83 ΠΑΙ. ναί.
83 ΣΩ. εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;
83 ΠΑΙ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi