Thesauros Edebiyat Felsefe Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato
373 ΣΩ. σὺ οὖν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα. μακρὸν μὲν οὖν λόγον εἰ ʼθέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ ʼθέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδʼ αὐτὸν σὲ βλαβήσεσθαι. δικαίως δʼ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.
373 ΕΥ. ἀλλʼ, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν τῆς ἡμετέρας δεήσεως· οὐ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλʼ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν. ἦ γάρ, ὦ Ἱππία; οὐ ταῦτα ἦν ἃ ἔλεγες;
373 ΙΠ. ἔγωγε· ἀλλὰ Σωκράτης, ὦ Εὔδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι.
373 ΣΩ. ὦ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ— σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατὰ τὸν σὸν λόγον—ἀλλὰ ἄκων, ὥστε μοι συγγνώμην ἔχε· φῂς γὰρ αὖ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν.
373 ΕΥ. καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης.
373 ΙΠ. ἀλλʼ ἀποκρινοῦμαι, σοῦ γε δεομένου. ἀλλʼ ἐρώτα ὅτι βούλει.
373 ΣΩ. καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατʼ ἂν ὧδε ἐλθεῖν. ἀλλʼ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν;
373 ΙΠ. ἔγωγε.
373 ΣΩ. καὶ κακόν;
373 ΙΠ. ναί.
373 ΣΩ. οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς;
373 ΙΠ. ναί.
373 ΣΩ. οὐκοῦν ὁ βραδέως θέων κακῶς θεῖ, ὁ δὲ ταχέως εὖ;
373 ΙΠ. ναί.
373 ΣΩ. ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν;
373 ΙΠ. ἀλλὰ τί μέλλει;
373 ΣΩ. πότερος οὖν ἀμείνων δρομεύς, ὁ ἑκὼν βραδέως θέων ἢ ὁ ἄκων;
373 ΙΠ. ὁ ἑκών.
373 ΣΩ. ἆρʼ οὖν οὐ ποιεῖν τί ἐστι τὸ θεῖν;
373 ΙΠ. ποιεῖν μὲν οὖν.
373 ΣΩ. εἰ δὲ ποιεῖν, οὐ καὶ ἐργάζεσθαί τι;
373 ΙΠ. ναί.
373 ΣΩ. ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;
373 ΙΠ. κακόν· πῶς γὰρ οὔ;
373 ΣΩ. κακῶς δὲ θεῖ ὁ βραδέως θέων;
373 ΙΠ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi