540
ΣΩ. ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;
540
ΙΩΝ. οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
540
ΣΩ. ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;
540
ΙΩΝ. οὐδὲ τοῦτο.
540
ΣΩ. ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;
540
ΙΩΝ. ναί.
540
ΣΩ. οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;
540
ΙΩΝ. οὐ δῆτα.
540
ΣΩ. ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων ἐργασίας;
540
ΙΩΝ. οὔ.
540
ΣΩ. ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;
540
ΙΩΝ. ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.
540
ΣΩ. τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;
540
ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.
540
ΣΩ. ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην· ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής; τί ἄν μοι ἀπεκρίνω;
540
ΙΩΝ. ἧι ἱππεύς, ἔγωγʼ ἄν.
540
ΣΩ. οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.
540
ΙΩΝ. ναί.
540
ΣΩ. ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;
540
ΙΩΝ. οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.
541
ΣΩ. πῶς; οὐδὲν λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;
541
ΙΩΝ. μία ἔμοιγε δοκεῖ.
541
ΣΩ. ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;
541
ΙΩΝ. μάλιστα, ὦ Σώκρατες.
541
ΣΩ. οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.
541
ΙΩΝ. οὐκ αὖ μοι δοκεῖ τοῦτο.
541
ΣΩ. ἀλλʼ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;
541
ΙΩΝ. πάνυ γε.
541
ΣΩ. οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;
541
ΙΩΝ. πολύ γε, ὦ Σώκρατες.