Thesauros Edebiyat Felsefe Μενέξενος

Μενέξενος

Μενέξενος Plato
235 ΜΕΝ. ἦ οἴει οἷός τʼ ἂν εἶναι αὐτὸς εἰπεῖν, εἰ δέοι καὶ ἕλοιτό σε ἡ βουλή;
235 ΣΩ. καὶ ἐμοὶ μέν γε, ὦ Μενέξενε, οὐδὲν θαυμαστὸν οἵῳ τʼ εἶναι εἰπεῖν, ᾧ τυγχάνει διδάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς, ἀλλʼ ἥπερ καὶ ἄλλους πολλοὺς καὶ ἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέροντα τῶν Ἑλλήνων, Περικλέα τὸν Ξανθίππου.
235 ΜΕΝ. τίς αὕτη; ἢ δῆλον ὅτι Ἀσπασίαν λέγεις;
236 ΣΩ. λέγω γάρ, καὶ Κόννον γε τὸν Μητροβίου· οὗτοι γάρ μοι δύο εἰσὶν διδάσκαλοι, ὁ μὲν μουσικῆς, ἡ δὲ ῥητορικῆς. οὕτω μὲν οὖν τρεφόμενον ἄνδρα οὐδὲν θαυμαστὸν δεινὸν εἶναι λέγειν· ἀλλὰ καὶ ὅστις ἐμοῦ κάκιον ἐπαιδεύθη, μουσικὴν μὲν ὑπὸ Λάμπρου παιδευθείς, ῥητορικὴν δὲ ὑπʼ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου, ὅμως κἂν οὗτος οἷός τʼ εἴη Ἀθηναίους γε ἐν Ἀθηναίοις ἐπαινῶν εὐδοκιμεῖν.
236 ΜΕΝ. καὶ τί ἂν ἔχοις εἰπεῖν, εἰ δέοι σε λέγειν;
236 ΣΩ. αὐτὸς μὲν παρʼ ἐμαυτοῦ ἴσως οὐδέν, Ἀσπασίας δὲ καὶ χθὲς ἠκροώμην περαινούσης ἐπιτάφιον λόγον περὶ αὐτῶν τούτων. ἤκουσε γὰρ ἅπερ σὺ λέγεις, ὅτι μέλλοιεν Ἀθηναῖοι αἱρεῖσθαι τὸν ἐροῦντα· ἔπειτα τὰ μὲν ἐκ τοῦ παραχρῆμά μοι διῄει, οἷα δέοι λέγειν, τὰ δὲ πρότερον ἐσκεμμένη, ὅτε μοι δοκεῖ συνετίθει τὸν ἐπιτάφιον λόγον ὃν Περικλῆς εἶπεν, περιλείμματʼ ἄττα ἐξ ἐκείνου συγκολλῶσα.
236 ΜΕΝ. ἦ καὶ μνημονεύσαις ἂν ἃ ἔλεγεν ἡ Ἀσπασία;
236 ΣΩ. εἰ μὴ ἀδικῶ γε· ἐμάνθανόν γέ τοι παρʼ αὐτῆς, καὶ ὀλίγου πληγὰς ἔλαβον ὅτʼ ἐπελανθανόμην.
236 ΜΕΝ. τί οὖν οὐ διῆλθες;
236 ΣΩ. ἀλλʼ ὅπως μή μοι χαλεπανεῖ ἡ διδάσκαλος, ἂν ἐξενέγκω αὐτῆς τὸν λόγον.
236 ΜΕΝ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπέ, καὶ πάνυ μοι χαριῇ, εἴτε Ἀσπασίας βούλει λέγειν εἴτε ὁτουοῦν· ἀλλὰ μόνον εἰπέ.
236 ΣΩ. ἀλλʼ ἴσως μου καταγελάσῃ, ἄν σοι δόξω πρεσβύτης ὢν ἔτι παίζειν.
236 ΜΕΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπὲ παντὶ τρόπῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi