Thesauros Edebiyat Felsefe Πολιτεία

Πολιτεία

Πολιτεία Plato

Kitap 5

480 οὐκοῦν καὶ ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα φήσομεν ἐφʼ οἷς γνῶσίς ἐστιν, ἐκείνους δὲ ἐφʼ οἷς δόξα; ἢ οὐ μνημονεύομεν ὅτι φωνάς τε καὶ χρόας καλὰς καὶ τὰ τοιαῦτʼ ἔφαμεν τούτους φιλεῖν τε καὶ θεᾶσθαι, αὐτὸ δὲ τὸ καλὸν οὐδʼ ἀνέχεσθαι ὥς τι ὄν; μεμνήμεθα. μὴ οὖν τι πλημμελήσομεν φιλοδόξους καλοῦντες αὐτοὺς μᾶλλον ἢ φιλοσόφους; καὶ ἆρα ἡμῖν σφόδρα χαλεπανοῦσιν ἂν οὕτω λέγωμεν; οὔκ, ἄν γέ μοι πείθωνται, ἔφη· τῷ γὰρ ἀληθεῖ χαλεπαίνειν οὐ θέμις. τοὺς αὐτὸ ἄρα ἕκαστον τὸ ὂν ἀσπαζομένους φιλοσόφους ἀλλʼ οὐ φιλοδόξους κλητέον; παντάπασι μὲν οὖν.
← Önceki 32 / 32

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi