Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato
315 ΣΩ. οὐδέν τοι θαυμαστόν ἐστιν, ὦ βέλτιστε, εἰ σὺ μὲν ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν. ἀλλʼ ἕως ἂν σύ τε κατὰ σαυτὸν λέγῃς ἅ σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ, οὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι· ἐὰν δὲ κοινὸν τεθῇ τὸ σκέμμα, τάχʼ ἂν ὁμολογήσαιμεν. εἰ μὲν οὖν βούλει, πυνθανόμενός τι παρʼ ἐμοῦ κοινῇ μετʼ ἐμοῦ σκόπει· εἰ δʼ αὖ βούλει, ἀποκρινόμενος.
315 ΕΤ. ἀλλʼ ἐθέλω, ὦ Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν βούλῃ.
315 ΣΩ. φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι καὶ τὰ ἄδικα δίκαια, ἢ τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα ἄδικα;
316 ΕΤ. ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα ἄδικα.
316 ΣΩ. οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;
316 ΕΤ. ναί.
316 ΣΩ. οὐκοῦν καὶ ἐν Πέρσαις;
316 ΕΤ. καὶ ἐν Πέρσαις.
316 ΣΩ. ἀλλὰ ἀεὶ δήπου;
316 ΕΤ. ἀεί.
316 ΣΩ. πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;
316 ΕΤ. οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.
316 ΣΩ. οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ;
316 ΕΤ. ναί.
316 ΣΩ. τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.
316 ΕΤ. οὕτως.
316 ΣΩ. οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.
316 ΕΤ. ἔμοιγε δοκεῖ.
316 ΣΩ. ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.
316 ΕΤ. οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.
316 ΣΩ. ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν. ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων;
316 ΕΤ. ἔγωγε.
316 ΣΩ. οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα;
316 ΕΤ. οἶδα, ὅτι ἰατρικῆς.
316 ΣΩ. οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;
316 ΕΤ. φημί.
316 ΣΩ. πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;
316 ΕΤ. ταὐτὰ ἔμοιγε δοκοῦσι.
316 ΣΩ. πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi