Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato
316 ΕΤ. ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.
316 ΣΩ. καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;
316 ΕΤ. ναί, καὶ ἀεί.
316 ΣΩ. οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ καὶ νομίζουσιν εἶναι;
316 ΕΤ. ναί.
316 ΣΩ. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.
316 ΕΤ. ἰατρικὰ μέντοι.
316 ΣΩ. ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;
316 ΕΤ. ναί.
316 ΣΩ. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;
316 ΕΤ. κηπουρῶν.
316 ΣΩ. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.
316 ΕΤ. ναί.
316 ΣΩ. τῶν ἐπισταμένων κήπων ἄρχειν;
316 ΕΤ. πῶς δʼ οὔ;
316 ΣΩ. ἐπίστανται δʼ οἱ κηπουροί.
316 ΕΤ. ναί.
316 ΣΩ. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;
316 ΕΤ. μαγείρων.
316 ΣΩ. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;
316 ΕΤ. μαγειρικοί.
317 ΣΩ. τῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν;
317 ΕΤ. ναί.
317 ΣΩ. ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι;
317 ΕΤ. ἐπίστανται γάρ.
317 ΣΩ. εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν; ἆρʼ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν;
317 ΕΤ. ἔμοιγε δοκεῖ.
317 ΣΩ. ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί;
317 ΕΤ. οὗτοι μὲν οὖν.
317 ΣΩ. πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν ἀγαθῶν συγγράμματα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi