317
ΕΤ. πάνυ γε.
317
ΣΩ. τίς οὗτος;
318
ΕΤ. παιδοτρίβης.
318
ΣΩ. οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος;
318
ΕΤ. ναί.
318
ΣΩ. τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ;
318
ΕΤ. ποιμήν.
318
ΣΩ. οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις.
318
ΕΤ. ναί.
318
ΣΩ. οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί.
318
ΕΤ. ναί.
318
ΣΩ. οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι.
318
ΕΤ. φημὶ δή.
318
ΣΩ. καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομοθέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλʼ ἐγὼ βούλει σε ὑπομνήσω;
318
ΕΤ. πάνυ μὲν οὖν.
318
ΣΩ. ἆρʼ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ;
318
ΕΤ. ἀληθῆ λέγεις.
318
ΣΩ. τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα.
318
ΕΤ. ἔστι ταῦτα.
318
ΣΩ. τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα;
318
ΕΤ. οὐκ ἐννοῶ.
318
ΣΩ. οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;
318
ΕΤ. ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην;
318
ΣΩ. ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν ἥκει; οἶσθα;
318
ΕΤ. φασί γε ἐκ Κρήτης.
318
ΣΩ. οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;
318
ΕΤ. ναί.
318
ΣΩ. οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν; Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι.
318
ΕΤ. Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.
318
ΣΩ. Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.