Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 1

648 ΑΘ. φόβου φάρμακον ἔσθʼ ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθʼ ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ πάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι.
648 ΚΛ. καὶ τί τοιοῦτον φαῖμεν ἄν, ὦ ξένε, ἐν ἀνθρώποις γεγονέναι πῶμα;
648 ΑΘ. οὐδέν· εἰ δʼ οὖν ἐγένετό ποθεν, ἔσθʼ ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· φέρε, ὦ νομοθέτα, εἴτε Κρησὶν εἴθʼ οἱστισινοῦν νομοθετεῖς, πρῶτον μὲν τῶν πολιτῶν ἆρʼ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας;
648 ΚΛ. φαίη που πᾶς ἂν δῆλον ὅτι.
648 ΑΘ. τί δέ; μετʼ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων ἢ μετὰ τῶν ἐναντίων;
648 ΚΛ. καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς.
648 ΑΘ. χρῷο δʼ ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; ἢ τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι;
648 ΚΛ. καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi