Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 1

627 ΚΛ. οὐ γὰρ οὖν.
627 ΑΘ. καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν ἥ τε οἰκία καὶ ἡ συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτʼ ἄν, κρείττων δὲ ἡττωμένων· οὐ γὰρ εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν λόγον, ἀλλʼ ὀρθότητός τε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις ποτʼ ἐστὶν φύσει.
627 ΚΛ. ἀληθέστατα, ὦ ξένε, λέγεις.
627 ΜΕ. καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦτον, τὰ νῦν.
627 ΑΘ. ἴδωμεν δὴ καὶ τόδε· τούτοις τοῖς ἄρτι λεγομένοις ἀδελφοῖς γένοιτʼ ἄν πού τις δικαστής;
627 ΚΛ. πάνυ γε.
627 ΑΘ. πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν αὐτῶν ὅσοι κακοί, τοὺς δὲ βελτίους ἄρχειν αὐτοὺς αὑτῶν προστάξειεν, ἢ ὅδε ὃς ἂν τοὺς μὲν χρηστοὺς ἄρχειν, τοὺς χείρους δʼ ἐάσας ζῆν ἄρχεσθαι ἑκόντας ποιήσειεν;
628 ΑΘ. τρίτον δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτε ἀπολέσειεν μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον, νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο ὥστε εἶναι φίλους.
628 ΚΛ. μακρῷ ἀμείνων γίγνοιτʼ ἂν ὁ τοιοῦτος δικαστής τε καὶ νομοθέτης.
628 ΑΘ. καὶ μὴν τοὐναντίον γε ἢ πρὸς πόλεμον ἂν βλέπων αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.
628 ΚΛ. τοῦτο μὲν ἀληθές.
628 ΑΘ. τί δʼ ὁ τὴν πόλιν συναρμόττων; πρὸς πόλεμον αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον, ἢ πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, ἣ δὴ καλεῖται στάσις; ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα ἀπαλλάττεσθαι.
628 ΚΛ. δῆλον ὅτι πρὸς τοῦτον.
628 ΑΘ. πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτʼ ἄν τις, μᾶλλον ἢ φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης, οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν νοῦν;
628 ΚΛ. οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ἢ ʼκείνως περὶ τὴν αὑτοῦ γίγνεσθαι πόλιν.
628 ΑΘ. οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;
628 ΚΛ. τί μήν;
628 ΑΘ. ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς;
628 ΚΛ. πῶς δʼ οὔ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi