Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 1

630 ΑΘ. ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς· ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν— πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. Theognis 5.77-8τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετʼ ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς· διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δʼ αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα.
630 ΚΛ. ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.
630 ΑΘ. οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλʼ ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.
630 ΚΛ. τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;
630 ΑΘ. ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδʼ ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi