Kitap 10
897
ΑΘ. ἧι προσέοικεν κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων, τὴν εἰκόνα λάβωμεν· ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.
897
ΚΛ. κάλλιστα ἂν λέγοις.
897
ΑΘ. μεμνήμεθα τοίνυν τῶν τότε ἔτι τοῦτό γε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν;
897
ΚΛ. ναί.
898
ΑΘ. τῶν δʼ αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δʼ ἐν πλείοσιν φερόμενα.
898
ΚΛ. ἔστι ταῦτα.
898
ΑΘ. τούτοιν δὴ τοῖν κινησέοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι, τῶν ἐντόρνων οὖσαν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.
898
ΚΛ. πῶς λέγεις;
898
ΑΘ. τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες, νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.
898
ΚΛ. ὀρθότατα λέγεις.
898
ΑΘ. οὐκοῦν αὖ ἥ γε μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδὲ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς ταὐτὰ μηδʼ ἐν ἑνὶ φερομένη μηδʼ ἐν κόσμῳ μηδʼ ἐν τάξει μηδὲ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν ἁπάσης εἴη συγγενής;
898
ΚΛ. εἴη γὰρ ἂν ἀληθέστατα.
898
ΑΘ. νῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.
898
ΚΛ. ὦ ξένε, ἀλλὰ ἔκ γε τῶν νῦν εἰρημένων οὐδʼ ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.
898
ΑΘ. κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις· τόδε δὲ προσυπάκουσον ἔτι.
898
ΚΛ. τὸ ποῖον;
898
ΑΘ. Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρʼ οὐ καὶ ἓν ἕκαστον;
898
ΚΛ. τί μήν;
898
ΑΘ. περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἡμῖν ἄστρα ἁρμόττοντες φανοῦνται.
898
ΚΛ. τίνος;