Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 10

898 ΑΘ. Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθνῄσκοντος τῶν ζῴων, ἀλλὰ ἐλπὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δʼ εἶναι. νῷ μόνῳ δὴ καὶ διανοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.
898 ΚΛ. ποῖον;
898 ΑΘ. Ἥλιον εἴπερ ἄγει ψυχή, τριῶν αὐτὴν ἓν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.
898 ΚΛ. τίνων;
899 ΑΘ. ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντῃ διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρʼ ἡμῖν ψυχὴ πάντῃ περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας θαύματι, ποδηγεῖ.
899 ΚΛ. ναί, τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.
899 ΑΘ. αὐτοῦ δὴ ἄμεινον ταύτην τὴν ψυχήν, εἴτε ἐν ἅρμασιν ἔχουσα ἡμῖν ἥλιον ἄγει φῶς τοῖς ἅπασιν, εἴτε ἔξωθεν, εἴθʼ ὅπως εἴθʼ ὅπῃ, θεὸν ἡγεῖσθαι χρεὼν πάντα ἄνδρα. ἢ πῶς;
899 ΚΛ. ναί, τόν γέ που μὴ ἐπὶ τὸ ἔσχατον ἀφιγμένον ἀνοίας.
899 ΑΘ. ἄστρων δὴ πέρι πάντων καὶ σελήνης, ἐνιαυτῶν τε καὶ μηνῶν καὶ πασῶν ὡρῶν πέρι, τίνα ἄλλον λόγον ἐροῦμεν ἢ τὸν αὐτὸν τοῦτον, ὡς ἐπειδὴ ψυχὴ μὲν ἢ ψυχαὶ πάντων τούτων αἴτιαι ἐφάνησαν, ἀγαθαὶ δὲ πᾶσαν ἀρετήν, θεοὺς αὐτὰς εἶναι φήσομεν, εἴτε ἐν σώμασιν ἐνοῦσαι, ζῷα ὄντα, κοσμοῦσιν πάντα οὐρανόν, εἴτε ὅπῃ τε καὶ ὅπως; ἔσθʼ ὅστις ταῦτα ὁμολογῶν ὑπομενεῖ μὴ θεῶν εἶναι πλήρη πάντα;
899 ΚΛ. οὐκ ἔστιν οὕτως, ὦ ξένε, παραφρονῶν οὐδείς.
899 ΑΘ. τῷ μὲν τοίνυν μὴ νομίζοντι θεοὺς ἐν τῷ πρόσθεν χρόνῳ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, εἰπόντες ὅρους ἀπαλλαττώμεθα.
899 ΚΛ. τίνας;
899 ΑΘ. ἢ διδάσκειν ἡμᾶς ὡς οὐκ ὀρθῶς λέγομεν τιθέμενοι ψυχὴν γένεσιν ἁπάντων εἶναι πρώτην, καὶ τἆλλα ὁπόσα τούτων συνεπόμενα εἴπομεν, ἢ μὴ δυνάμενον βέλτιον λέγειν ἡμῶν, ἡμῖν πείθεσθαι καὶ ζῆν θεοὺς ἡγούμενον εἰς τὸν ἐπίλοιπον βίον. ὁρῶμεν οὖν εἴτε ἱκανῶς ἤδη τοῖς οὐχ ἡγουμένοις θεοὺς εἰρήκαμεν ὡς εἰσὶν θεοί, εἴτε ἐπιδεῶς.
899 ΚΛ. ἥκιστά γε, ὦ ξένε, πάντων ἐπιδεῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi