Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 10

900 ΑΘ. τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαί φαμεν ἀρετῆς, τὰ δʼ ἐναντία κακίας;
900 ΚΛ. φαμέν.
900 ΑΘ. τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;
900 ΚΛ. πάνυ μὲν οὖν.
900 ΑΘ. καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;
900 ΚΛ. ἀνάγκη.
900 ΑΘ. καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;
900 ΚΛ. καὶ ταῦθʼ οὕτως ὁμολογοῖ πᾶς ἄν.
900 ΑΘ. τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν, ἢ πῶς λέγεις;
900 ΚΛ. καὶ πῶς;
900 ΑΘ. ἀλλʼ εἰς τοὐναντίον;
900 ΚΛ. ναί.
901 ΑΘ. τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;
901 ΚΛ. τοὐναντίον.
901 ΑΘ. τί οὖν δή; τρυφῶν καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτʼ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;
901 ΚΛ. ὀρθότατά γε εἰπών.
901 ΑΘ. οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, ὅ γέ τοι αὐτὸς μισεῖ, τῷ τέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.
901 ΚΛ. οὐ μὲν δή· πῶς γὰρ ἄν;
901 ΑΘ. ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου γε νοῦς τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρʼ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτʼ ἄνθρωπος;
901 ΚΛ. ποίω δὴ λέγομεν;
901 ΑΘ. ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ. ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που ὅταν γε ἀδύνατον ᾖ τῶν ἁπάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων, μὴ ἐπιμελουμένῳ ὧν ἂν δυνάμει θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.
901 ΚΛ. πῶς γὰρ ἄν;
901 ΑΘ. νῦν δὴ δύʼ ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἅτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γιγνώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεις τε καὶ ἐπιστῆμαι· ταύτῃ λέγετε ἔχειν ταῦτα, ἢ πῶς;
901 ΚΛ. οὕτως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi