Kitap 11
922
ΑΘ. ἐὰν δὲ προαμειψάμενος ἔργον τι τῶν κατὰ πόλεμον καλῶν ἔργων μὴ ἀποδιδῷ, μέμψεται. νόμος οὖν οὗτος ἐπαίνῳ περὶ τούτων ἡμῖν μεμειγμένος κείσθω, συμβουλευτικός, οὐ βιαστικός, τῷ πλήθει τῶν πολιτῶν, τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, ὅσοι σωτῆρες τῆς πόλεώς εἰσι συμπάσης εἴτε ἀνδρείαις εἴτε πολεμικαῖς μηχαναῖς, δευτέρους· πρώτοις γὰρ τὸ μέγιστον γέρας δεδόσθω τοῖς τὰ τῶν ἀγαθῶν νομοθετῶν γράμματα τιμᾶν διαφερόντως δυνηθεῖσιν.τὰ μὲν δὴ μέγιστα τῶν συμβολαίων, ὅσα πρὸς ἀλλήλους ἄνθρωποι συμβάλλουσιν, πλήν γε ὀρφανικῶν καὶ τῆς τῶν ἐπιτρόπων ἐπιμελείας τῶν ὀρφανῶν, σχεδὸν ἡμῖν διατέτακται· ταῦτα δὲ δὴ μετὰ τὰ νῦν εἰρημένα ἀναγκαῖον ἁμῶς γέ πως τάξασθαι. τούτων δὲ ἀρχαὶ πάντων αἵ τε τῶν τελευτᾶν μελλόντων ἐπιθυμίαι τῆς διαθέσεως αἵ τε τῶν μηδὲν τὸ παράπαν διαθεμένων τύχαι· ἀναγκαῖον δὲ εἶπον, ὦ Κλεινία, βλέψας αὐτῶν πέρι πρός τε τὸ δύσκολον καὶ χαλεπόν. οὐδὲ γὰρ ἄτακτον δυνατόν ἐστʼ αὐτὸ ἐᾶν· πολλὰ γὰρ ἕκαστοι καὶ διάφορα ἀλλήλων καὶ ἐναντία τιθεῖντʼ ἂν τοῖς τε νόμοις καὶ τοῖς τῶν ζώντων ἤθεσιν καὶ τοῖς αὑτῶν τοῖς ἔμπροσθεν πρὶν διατίθεσθαι μέλλειν, εἴ τις ἐξουσίαν δώσει ἁπλῶς οὕτως κυρίαν εἶναι διαθήκην ἣν ἄν τις διαθῆται ὁπωσοῦν ἔχων πρὸς τῷ τοῦ βίου τέλει. ἀνοήτως γὰρ δὴ καὶ διατεθρυμμένως τινὰ τρόπον ἔχομεν οἱ πλεῖστοι, ὅταν ἤδη μέλλειν ἡγώμεθα τελευτᾶν.
922
ΚΛ. πῶς τοῦτο, ὦ ξένε, λέγεις;
922
ΑΘ. χαλεπόν ἐστʼ, ὦ Κλεινία, μέλλων ἄνθρωπος τελευτήσειν, καὶ μεστὸν λόγου τοῖς νομοθέταις εὖ μάλα φοβεροῦ καὶ δυσχεροῦς.
922
ΚΛ. πῇ;
922
ΑΘ. ζητῶν εἶναι κύριος ἁπάντων, εἴωθε μετʼ ὀργῆς λέγειν.
922
ΚΛ. ποῖα δή;
922
ΑΘ. δεινόν γε, ὦ θεοί, φησίν, εἰ τὰ ἐμὰ ἐμοὶ μηδαμῶς ἐξέσται δοῦναί τε ὅτῳ ἂν ἐθέλω καὶ μή, καὶ τῷ μὲν πλείω, τῷ δʼ ἐλάττονα, τῶν ὁπόσοι περὶ ἐμὲ φαῦλοι καὶ ὅσοι ἀγαθοὶ γεγόνασιν φανερῶς, βασανισθέντες ἱκανῶς ἐν νόσοις, οἱ δʼ ἐν γήρᾳ καὶ ἄλλαις παντοίαισι τύχαις.
922
ΚΛ. οὐκοῦν, ὦ ξένε, καλῶς δοκοῦσίν σοι λέγειν;
922
ΑΘ. μαλθακοὶ ἔμοιγʼ, ὦ Κλεινία, δοκοῦσιν οἱ πάλαι νομοθετοῦντες γεγονέναι καὶ ἐπὶ σμικρὸν τῶν ἀνθρωπίνων πραγμάτων βλέποντές τε καὶ διανοούμενοι νομοθετεῖν.
922
ΚΛ. πῶς λέγεις;