Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 12

951 ΑΘ. τῇδε. πρῶτον μὲν ὁ θεωρὸς ὁ τοιοῦτος ἡμῖν γεγονὼς ἔστω πλειόνων ἐτῶν ἢ πεντήκοντα, ἔτι δὲ τῶν εὐδοκίμων τά τε ἄλλα καὶ εἰς τὸν πόλεμον ἔστω γεγενημένος, εἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις· πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω. θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων· οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων τοὺς ἀεὶ πρεσβεύοντας δέκα. ἔτι ὁ περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς ὅ τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι. ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi