Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 6

769 ΑΘ. οὐκοῦν εἴ τίς τινα μηχανὴν ἔχοι πρὸς τοῦτο, ἔργῳ καὶ λόγοις τίνα τρόπον διδάξειεν ἂν ἕτερον εἴτε μείζονα εἴτε ἐλάττω περὶ τοῦτʼ ἔχειν ἔννοιαν, ὅπως χρὴ φυλάττειν καὶ ἐπανορθοῦν νόμους, οὐκ ἄν ποτε λέγων ἀπείποι τὸ τοιοῦτον πρὶν ἐπὶ τέλος ἐλθεῖν;
770 ΚΛ. πῶς γὰρ ἄν;
770 ΑΘ. οὐκοῦν ἐν τῷ νῦν παρόντι ποιητέον ἐμοὶ καὶ σφῷν τοῦτο;
770 ΚΛ. τὸ ποῖον δὴ λέγεις;
770 ΑΘ. ἐπειδὴ νομοθετεῖν μὲν μέλλομεν, ᾕρηνται δὲ ἡμῖν νομοφύλακες, ἡμεῖς δʼ ἐν δυσμαῖς τοῦ βίου, οἱ δʼ ὡς πρὸς ἡμᾶς νέοι, ἅμα μέν, ὥς φαμεν, δεῖ νομοθετεῖν ἡμᾶς, ἅμα δὲ πειρᾶσθαι ποιεῖν καὶ τούτους αὐτοὺς νομοθέτας τε καὶ νομοφύλακας εἰς τὸ δυνατόν.
770 ΚΛ. τί μήν; εἴπερ οἷοί τέ γʼ ἐσμὲν ἱκανῶς.
770 ΑΘ. ἀλλʼ οὖν πειρατέα γε καὶ προθυμητέα.
770 ΚΛ. πῶς γὰρ οὔ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi