Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 7

788 ΑΘ. γενομένων δὲ παίδων ἀρρένων καὶ θηλειῶν, τροφὴν μέν που καὶ παιδείαν τὸ μετὰ ταῦτα λέγειν ὀρθότατʼ ἂν γίγνοιθʼ ἡμῖν, ἣν εἶναι μὲν ἄρρητον πάντως ἀδύνατον, λεγομένη δὲ διδαχῇ τινι καὶ νουθετήσει μᾶλλον ἢ νόμοις εἰκυῖʼ ἂν ἡμῖν φαίνοιτο. ἰδίᾳ γὰρ καὶ κατʼ οἰκίας πολλὰ καὶ σμικρὰ καὶ οὐκ ἐμφανῆ πᾶσι γιγνόμενα, ῥᾳδίως ὑπὸ τῆς ἑκάστων λύπης τε καὶ ἡδονῆς καὶ ἐπιθυμίας ἕτερα παρὰ τὰς τοῦ νομοθέτου συμβουλὰς παραγενόμενα, παντοδαπὰ καὶ οὐχ ὅμοια ἀλλήλοις ἀπεργάζοιτʼ ἂν τὰ τῶν πολιτῶν ἤθη. τοῦτο δὲ κακὸν ταῖς πόλεσιν· καὶ γὰρ διὰ σμικρότητα αὐτῶν καὶ πυκνότητα ἐπιζήμια τιθέντα ποιεῖν νόμους ἀπρεπὲς ἅμα καὶ ἄσχημον, διαφθείρει δὲ καὶ τοὺς γραφῇ τεθέντας νόμους, ἐν τοῖς σμικροῖς καὶ πυκνοῖς ἐθισθέντων τῶν ἀνθρώπων παρανομεῖν. ὥστε ἀπορία μὲν περὶ αὐτὰ νομοθετεῖν, σιγᾶν δὲ ἀδύνατον. ἃ δὲ λέγω, δηλῶσαι πειρατέον οἷον δείγματα ἐξενεγκόντα εἰς φῶς· νῦν γὰρ λεγομένοις ἔοικε κατά τι σκότος.
788 ΚΛ. ἀληθέστατα λέγεις.
788 ΑΘ. οὐκοῦν ὅτι μὲν σώματα καὶ ψυχὰς τήν γε ὀρθὴν πάντως δεῖ τροφὴν φαίνεσθαι δυναμένην ὡς κάλλιστα καὶ ἄριστα ἐξεργάζεσθαι, τοῦτο μὲν ὀρθῶς εἴρηταί που.
788 ΚΛ. τί μήν;
788 ΑΘ. σώματα δὲ κάλλιστα, οἴομαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων.
788 ΚΛ. πάνυ μὲν οὖν.
788 ΑΘ. τί δέ; τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκεν μὴ γίγνεσθαι τά γʼ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα;
788 ΚΛ. ἀληθῆ.
789 ΑΘ. τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς πολλῶν καὶ συμμέτρων, οὐκ ἴσμεν ὅτι μυρία κακὰ ἐν τοῖς σώμασιν ἀποτελεῖ;
789 ΚΛ. πάνυ γε.
789 ΑΘ. οὐκοῦν τότε δεῖται πλείστων πόνων, ὅταν ἡ πλείστη τροφὴ προσγίγνηται τοῖς σώμασι.
789 ΚΛ. τί δῆτʼ, ὦ ξένε; ἦ τοῖς ἄρτι γεγονόσι καὶ νεωτάτοις πόνους πλείστους προστάξομεν;
789 ΑΘ. οὐδαμῶς γε, ἀλλʼ ἔτι καὶ πρότερον τοῖς ἐντὸς τῶν αὑτῶν μητέρων τρεφομένοις.
789 ΚΛ. πῶς λέγεις, ὦ λῷστε; ἢ τοῖς κυουμένοισι φράζεις;
789 ΑΘ. ναί. θαυμαστὸν δʼ οὐδέν ἐστιν ἀγνοεῖν ὑμᾶς τὴν τῶν τηλικούτων γυμναστικήν, ἣν βουλοίμην ἂν ὑμῖν καίπερ ἄτοπον οὖσαν δηλῶσαι.
1 / 45 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi