Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 7

797 ΑΘ. ἴτε δή, μειζόνως αὐτὸν ἀκούσωμέν τε ἡμῶν αὐτῶν καὶ πρὸς ἀλλήλους οὕτως εἴπωμεν. μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν ἐν ὥραις πάσαις, ἐν πνεύμασιν, ἐν διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μέν, τοῖς δʼ οὔ, πλήν, ὅτιπερ εἶπον νυνδή, κακοῖς· ὥστε, εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις, πᾶσι δʼ αὖ ποτοῖς καὶ πόνοις συνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπʼ αὐτῶν, ἔπειτʼ ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ συνήθη καὶ γνώριμα γενόμενα ἁπάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγίειαν ἄριστα διάγει,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi