Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 7

810 ΑΘ. εἰς μὲν γράμματα παιδὶ δεκετεῖ σχεδὸν ἐνιαυτοὶ τρεῖς, λύρας δὲ ἅψασθαι τρία μὲν ἔτη καὶ δέκα γεγονόσιν ἄρχεσθαι μέτριος ὁ χρόνος, ἐμμεῖναι δὲ ἕτερα τρία. καὶ μήτε πλείω τούτων μήτʼ ἐλάττω πατρὶ μηδʼ αὐτῷ, φιλομαθοῦντι μηδὲ μισοῦντι, περὶ ταῦτα ἐξέστω μείζω μηδὲ ἐλάττω διατριβὴν ποιεῖσθαι παράνομον· ὁ δὲ μὴ πειθόμενος ἄτιμος τῶν παιδείων ἔστω τιμῶν, ἃς ὀλίγον ὕστερον ῥητέον. μανθάνειν δὲ ἐν τούτοις τοῖς χρόνοις δὴ τί ποτε δεῖ τοὺς νέους καὶ διδάσκειν αὖ τοὺς διδασκάλους, τοῦτο αὐτὸ πρῶτον μάνθανε. γράμματα μὲν τοίνυν χρὴ τὸ μέχρι τοῦ γράψαι τε καὶ ἀναγνῶναι δυνατὸν εἶναι διαπονεῖν· πρὸς τάχος δὲ ἢ κάλλος ἀπηκριβῶσθαί τισιν, οἷς μὴ φύσις ἐπέσπευσεν ἐν τοῖς τεταγμένοις ἔτεσιν, χαίρειν ἐᾶν. πρὸς δὲ δὴ μαθήματα ἄλυρα ποιητῶν κείμενα ἐν γράμμασι, τοῖς μὲν μετὰ μέτρων, τοῖς δʼ ἄνευ ῥυθμῶν τμημάτων, ἃ δὴ συγγράμματα κατὰ λόγον εἰρημένα μόνον, τητώμενα ῥυθμοῦ τε καὶ ἁρμονίας, σφαλερὰ γράμμαθʼ ἡμῖν ἐστιν παρά τινων τῶν πολλῶν τοιούτων ἀνθρώπων καταλελειμμένα· οἷς, ὦ πάντων βέλτιστοι νομοφύλακες, τί χρήσεσθε; ἢ τί ποθʼ ὑμῖν ὁ νομοθέτης χρῆσθαι προστάξας ὀρθῶς ἂν τάξειε; καὶ μάλα ἀπορήσειν αὐτὸν προσδοκῶ.
810 ΚΛ. τί ποτε τοῦτο, ὦ ξένε, φαίνῃ πρὸς σαυτὸν ὄντως ἠπορηκὼς λέγειν;
810 ΑΘ. ὀρθῶς ὑπέλαβες, ὦ Κλεινία. πρὸς δὲ δὴ κοινωνοὺς ὑμᾶς ὄντας περὶ νόμων ἀνάγκη τό τε φαινόμενον εὔπορον καὶ τὸ μὴ φράζειν.
810 ΚΛ. τί οὖν; τί περὶ τούτων νῦν καὶ ποῖόν τι πεπονθὼς λέγεις;
810 ΑΘ. ἐρῶ δή· στόμασι γὰρ πολλάκις μυρίοις ἐναντία λέγειν οὐδαμῶς εὔπορον.
810 ΚΛ. τί δέ; σμικρὰ καὶ ὀλίγα δοκεῖ σοι τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα περὶ νόμων κεῖσθαι τοῖς πολλοῖς ὑπεναντία;
810 ΑΘ. καὶ μάλα ἀληθὲς τοῦτό γε λέγεις· κελεύεις γὰρ δή με, ὡς ἐμοὶ φαίνεται, τῆς αὐτῆς ὁδοῦ ἐχθοδοποῦ γεγονυίας πολλοῖς—ἴσως δʼ οὐκ ἐλάττοσιν ἑτέροις προσφιλοῦς· εἰ δὲ ἐλάττοσιν, οὔκουν χείροσί γε—μεθʼ ὧν διακελεύῃ με παρακινδυνεύοντά τε καὶ θαρροῦντα τὴν νῦν ἐκ τῶν παρόντων λόγων τετμημένην ὁδὸν τῆς νομοθεσίας πορεύεσθαι μηδὲν ἀνιέντα.
810 ΚΛ. τί μήν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi