Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 7

794 ΑΘ. τριετεῖ δὲ δὴ καὶ τετραετεῖ καὶ πενταετεῖ καὶ ἔτι ἑξετεῖ ἤθει ψυχῆς παιδιῶν δέον ἂν εἴη, τρυφῆς δʼ ἤδη παραλυτέον κολάζοντα, μὴ ἀτίμως, ἀλλʼ ὅπερ ἐπὶ τῶν δούλων γʼ ἐλέγομεν, τὸ μὴ μεθʼ ὕβρεως κολάζοντας ὀργὴν ἐμποιῆσαι δεῖν τοῖς κολασθεῖσιν μηδʼ ἀκολάστους ἐῶντας τρυφήν, ταὐτὸν δραστέον τοῦτό γε καὶ ἐπʼ ἐλευθέροισι. παιδιαὶ δʼ εἰσὶν τοῖς τηλικούτοις αὐτοφυεῖς τινες, ἃς ἐπειδὰν συνέλθωσιν αὐτοὶ σχεδὸν ἀνευρίσκουσι. συνιέναι δὲ εἰς τὰ κατὰ κώμας ἱερὰ δεῖ πάντα ἤδη τὰ τηλικαῦτα παιδία, ἀπὸ τριετοῦς μέχρι τῶν ἓξ ἐτῶν, κοινῇ τὰ τῶν κωμητῶν εἰς ταὐτὸν ἕκαστα· τὰς δὲ τροφοὺς ἔτι τῶν τηλικούτων κοσμιότητός τε καὶ ἀκολασίας ἐπιμελεῖσθαι, τῶν δὲ τροφῶν αὐτῶν καὶ τῆς ἀγέλης συμπάσης, τῶν δώδεκα γυναικῶν μίαν ἐφʼ ἑκάστῃ τετάχθαι κοσμοῦσαν κατʼ ἐνιαυτὸν τῶν προειρημένων ἃς ἂν τάξωσιν οἱ νομοφύλακες. ταύτας δὲ αἱρείσθωσαν μὲν αἱ τῶν γάμων κύριαι τῆς ἐπιμελείας, ἐξ ἑκάστης τῆς φυλῆς μίαν, ἥλικας αὑταῖς· ἡ δὲ καταστᾶσα ἀρχέτω φοιτῶσα εἰς τὸ ἱερὸν ἑκάστης ἡμέρας καὶ κολάζουσα ἀεὶ τὸν ἀδικοῦντα, δοῦλον μὲν καὶ δούλην καὶ ξένον καὶ ξένην αὐτὴ διά τινων τῆς πόλεως οἰκετῶν, πολίτην δὲ ἀμφισβητοῦντα μὲν τῇ κολάσει πρὸς τοὺς ἀστυνόμους ἐπὶ δίκην ἄγουσα, ἀναμφισβήτητον δὲ ὄντα καὶ τὸν πολίτην αὐτὴ κολαζέτω. μετὰ δὲ τὸν ἑξέτη καὶ τὴν ἑξέτιν διακρινέσθω μὲν ἤδη τὸ γένος ἑκατέρων—κόροι μὲν μετὰ κόρων, παρθένοι δὲ ὡσαύτως μετʼ ἀλλήλων τὴν διατριβὴν ποιείσθωσαν—πρὸς δὲ τὰ μαθήματα τρέπεσθαι χρεὼν ἑκατέρους, τοὺς μὲν ἄρρενας ἐφʼ ἵππων διδασκάλους καὶ τόξων καὶ ἀκοντίων καὶ σφενδονήσεως, ἐὰν δέ πῃ συγχωρῶσιν, μέχρι γε μαθήσεως καὶ τὰ θήλεα, καὶ δὴ τά γε μάλιστα πρὸς τὴν τῶν ὅπλων χρείαν. τὸ γὰρ δὴ νῦν καθεστὸς περὶ τὰ τοιαῦτα ἀγνοεῖται παρὰ τοῖς πᾶσιν ὀλίγου.
794 ΚΛ. τὸ ποῖον;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi