Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 9

863 ΑΘ. τρίτον μὴν ἄγνοιαν λέγων ἄν τις τῶν ἁμαρτημάτων αἰτίαν οὐκ ἂν ψεύδοιτο· διχῇ μὴν διελόμενος αὐτὸ ὁ νομοθέτης ἂν βελτίων εἴη, τὸ μὲν ἁπλοῦν αὐτοῦ κούφων ἁμαρτημάτων αἴτιον ἡγούμενος, τὸ δὲ διπλοῦν, ὅταν ἀμαθαίνῃ τις μὴ μόνον ἀγνοίᾳ συνεχόμενος ἀλλὰ καὶ δόξῃ σοφίας, ὡς εἰδὼς παντελῶς περὶ ἃ μηδαμῶς οἶδεν, μετὰ μὲν ἰσχύος καὶ ῥώμης ἑπομένης μεγάλων καὶ ἀμούσων ἁμαρτημάτων τιθεὶς αἴτια τὰ τοιαῦτα, ἀσθενείας δὲ ἑπομένης, παίδειά τε ἁμαρτήματα καὶ πρεσβυτέρων γιγνόμενα θήσει μὲν ἁμαρτήματα καὶ ὡς ἁμαρτάνουσιν νόμους τάξει, πρᾳοτάτους γε μὴν πάντων καὶ συγγνώμης πλείστης ἐχομένους.
863 ΚΛ. εἰκότα λέγεις.
863 ΑΘ. ἡδονῆς μὲν τοίνυν καὶ θυμοῦ λέγομεν σχεδὸν ἅπαντες ὡς ὁ μὲν κρείττων ἡμῶν, ὁ δὲ ἥττων ἐστίν· καὶ ἔχει ταύτῃ.
863 ΚΛ. παντάπασι μὲν οὖν.
863 ΑΘ. ἀγνοίας δέ γε ὡς ὁ μὲν ἡμῶν κρείττων, ὁ δὲ ἥττων, οὐκ ἠκούσαμεν πώποτε.
863 ΚΛ. ἀληθέστατα.
863 ΑΘ. πάντα δέ γε προτρέπειν ταῦτά φαμεν εἰς τὴν αὑτοῦ βούλησιν ἐπισπώμενον ἕκαστον εἰς τἀναντία πολλάκις ἅμα.
863 ΚΛ. πλειστάκις μὲν οὖν.
864 ΑΘ. νῦν δή σοι τό τε δίκαιον καὶ τὸ ἄδικον, ὅ γε ἐγὼ λέγω, σαφῶς ἂν διορισαίμην οὐδὲν ποικίλλων. τὴν γὰρ τοῦ θυμοῦ καὶ φόβου καὶ ἡδονῆς καὶ λύπης καὶ φθόνων καὶ ἐπιθυμιῶν ἐν ψυχῇ τυραννίδα, ἐάντε τι βλάπτῃ καὶ ἐὰν μή, πάντως ἀδικίαν προσαγορεύω· τὴν δὲ τοῦ ἀρίστου δόξαν, ὅπῃπερ ἂν ἔσεσθαι τούτων ἡγήσωνται πόλις εἴτε ἰδιῶταί τινες, ἐὰν αὕτη κρατοῦσα ἐν ψυχαῖς διακοσμῇ πάντα ἄνδρα, κἂν σφάλληταί τι, δίκαιον μὲν πᾶν εἶναι φατέον τὸ ταύτῃ πραχθὲν καὶ τὸ τῆς τοιαύτης ἀρχῆς γιγνόμενον ὑπήκοον ἑκάστων, καὶ ἐπὶ τὸν ἅπαντα ἀνθρώπων βίον ἄριστον, δοξάζεσθαι δὲ ὑπὸ πολλῶν ἀκούσιον ἀδικίαν εἶναι τὴν τοιαύτην βλάβην. ἡμῖν δὲ οὐκ ἔστιν τὰ νῦν ὀνομάτων πέρι δύσερις λόγος, ἀλλʼ ἐπειδὴ τῶν ἁμαρτανομένων τρία εἴδη δεδήλωται γιγνόμενα, ταῦτα εἰς μνήμην πρῶτον ἔτι μᾶλλον ἀναληπτέον. λύπης μὲν οὖν, ἣν θυμὸν καὶ φόβον ἐπονομάζομεν, ἓν εἶδος ἡμῖν ἐστιν.
864 ΚΛ. πάνυ μὲν οὖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi