Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 9

882 ΑΘ. ἐὰν δὲ ἀπειθῶν νόμῳ ἱερὰ καὶ πόλιν μιαίνῃ παρανόμως, ὃς ἂν τῶν ἀρχόντων αἰσθόμενος μὴ ἐπάγῃ δίκην τῷ τοιούτῳ, ἐν εὐθύναις ἔστω τῶν κατηγορημάτων τῶν μεγίστων ἓν τοῦτο αὐτῷ. ἐὰν δὲ αὖ δοῦλος τύπτῃ τὸν ἐλεύθερον, εἴτʼ οὖν ξένον εἴτε ἀστόν, βοηθείτω μὲν ὁ προστυγχάνων ἢ κατὰ τὸ τίμημα τὴν εἰρημένην ζημίαν ἀποτινέτω, συνδήσαντες δὲ οἱ προστυγχάνοντες μετὰ τοῦ πληγέντος παραδόντων τῷ ἀδικουμένῳ· ὁ δὲ παραλαβών, δήσας ἐν πέδαις καὶ μαστιγώσας ὁπόσας ἂν ἐθέλῃ, μηδὲν βλάπτων τὸν δεσπότην, παραδότω ἐκείνῳ κεκτῆσθαι κατὰ νόμον. ὁ δὲ νόμος ἔστω· ὃς ἂν ἐλεύθερον δοῦλος ὢν τύπτῃ μὴ τῶν ἀρχόντων κελευόντων, παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα ἄξιος εἶναι τοῦ λελυμένος ζῆν. τὰ αὐτὰ δὲ γυναιξίν τε ἔστω πρὸς ἀλλήλας περὶ πάντων τῶν τοιούτων νόμιμα, καὶ πρὸς ἄνδρας γυναιξὶ καὶ ἀνδράσι πρὸς γυναῖκας.
← Önceki 33 / 33

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi