Thesauros Edebiyat Felsefe Νόμοι

Νόμοι

Νόμοι Plato

Kitap 9

859 ΑΘ. ἐγὼ πειράσομαι φράζειν. περὶ δικαιοσύνης ὅλως καὶ τῶν δικαίων ἀνθρώπων τε καὶ πραγμάτων καὶ πράξεων πάντες πως συνομολογοῦμεν πάντα εἶναι ταῦτα καλά, ὥστε οὐδʼ εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους ἀνθρώπους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατʼ αὐτό γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειε λέγειν.
859 ΚΛ. οὐκοῦν ὀρθῶς;
859 ΑΘ. ἴσως· ἴδωμεν δὲ ὡς, εἰ πάντʼ ἐστὶν καλὰ ὅσα δικαιοσύνης ἔχεται, τῶν πάντων τοι καὶ τὰ παθήματα ἡμῖν ἐστιν, σχεδὸν τοῖς ποιήμασιν ἴσα.
859 ΚΛ. τί οὖν δή;
859 ΑΘ. ποίημα μέν, ὅπερ ἂν ᾖ δίκαιον, σχεδὸν ὅσονπερ ἂν τοῦ δικαίου κοινωνῇ, κατὰ τοσοῦτον καὶ τοῦ καλοῦ μετέχον ἐστί.
859 ΚΛ. τί μήν;
860 ΑΘ. οὐκοῦν καὶ πάθος ὅπερ ἂν δικαίου κοινωνῇ, κατὰ τοσοῦτον γίγνεσθαι καλὸν ὁμολογούμενον, οὐκ ἂν διαφωνοῦντα παρέχοι τὸν λόγον;
860 ΚΛ. ἀληθῆ.
860 ΑΘ. ἐὰν δέ γε δίκαιον μὲν ὁμολογῶμεν, αἰσχρὸν δὲ εἶναι πάθος, διαφωνήσει τό τε δίκαιον καὶ τὸ καλόν, λεχθέντων τῶν δικαίων αἰσχίστων εἶναι.
860 ΚΛ. πῶς τοῦτο εἴρηκας;
860 ΑΘ. οὐδὲν χαλεπὸν ἐννοεῖν· οἱ γὰρ ὀλίγῳ πρόσθεν τεθέντες ἡμῖν νόμοι πάντων ἐναντιώτατα παραγγέλλειν δόξειαν ἂν τοῖς νῦν λεγομένοις.
860 ΚΛ. ποίοις;
860 ΑΘ. τὸν ἱερόσυλόν που ἐτίθεμεν δικαίως ἂν ἀποθνῄσκειν καὶ τὸν τῶν εὖ κειμένων νόμων πολέμιον, καὶ μέλλοντες δὴ νόμιμα τοιαῦτα τιθέναι πάμπολλα ἐπέσχομεν, ἰδόντες ὡς ταῦτα ἐστὶν μὲν ἄπειρα παθήματα πλήθει καὶ μεγέθεσιν, δικαιότατα δὲ πάντων παθημάτων καὶ συμπάντων αἴσχιστα. μῶν οὐχ οὕτως ἡμῖν τά τε δίκαια καὶ τὰ καλὰ τοτὲ μὲν ὡς ταὐτὰ σύμπαντα, τοτὲ δὲ ὡς ἐναντιώτατα φανεῖται;
860 ΚΛ. κινδυνεύει.
860 ΑΘ. τοῖς μὲν τοίνυν πολλοῖς οὕτω περὶ τὰ τοιαῦτα ἀσυμφώνως τὰ καλὰ καὶ τὰ δίκαια διερριμμένα προσαγορεύεται.
860 ΚΛ. φαίνεται γοῦν, ὦ ξένε.
860 ΑΘ. τὸ τοίνυν ἡμέτερον, ὦ Κλεινία, πάλιν ἴδωμεν πῶς αὖ περὶ αὐτὰ ταῦτα ἔχει τῆς συμφωνίας.
860 ΚΛ. ποίας δὴ πρὸς ποίαν;
860 ΑΘ. ἐν τοῖς ἔμπροσθεν λόγοις οἶμαι διαρρήδην ἐμὲ εἰρηκέναι πως, εἰ δʼ οὖν μὴ πρότερον, ἀλλὰ νῦν ὡς λέγοντα τίθετε—
860 ΚΛ. τὸ ποῖον;
860 ΑΘ. ὡς οἱ κακοὶ πάντες εἰς πάντα εἰσὶν ἄκοντες κακοί· τούτου δὲ οὕτως ἔχοντος, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆς λόγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi