Thesauros Edebiyat Felsefe Ἐπινομίς

Ἐπινομίς

Ἐπινομίς Plato
981 ΑΘ. εἰ δʼ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἴη σχεδὸν ὑπηργμένον· καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς.
981 ΚΛ. ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα.
981 ΑΘ. φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν;
981 ΚΛ. ὀρθῶς.
981 ΑΘ. ζῷον μὲν δὴ τὸ τοιοῦτον καλεῖται δικαιότατα;
981 ΚΛ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi